Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.184 Joseph. AJ 17.188 (English) >>Joseph. AJ 17.193

17.186 δὲ οὐ μόνον ἀπειθὴς ἦν πράσσειν ἐφʼ οἷς ἠξίου Ἀντίπατρος, ἀλλὰ καὶ τῷ βασιλεῖ ἀποσημαίνει διάνοιαν τὴν ἐκείνου πολλῇ καὶ προσεισφορᾷ παρʼ αὑτοῦ χρώμενος. 17.187 δὲ Ἡρώδης καὶ πρότερον οὐχ ἡσσώμενος οὐδʼ εὐνοίᾳ τοῦ υἱέος ἐπεὶ ἤκουσε τοῦ εἱρκτοφύλακος ταῦτα εἰρηκότος, ἀνεβόησέν τε ἀνατυψάμενος τὴν κεφαλὴν καίπερ ἐν τῷ ὑστάτῳ ὢν καὶ ἐπὶ τὸν ἀγκῶνα περιάρας ἑαυτὸν κελεύει πέμψας τινὰ τῶν δορυφόρων μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος κτείνασιν αὐτὸν ἐν Ὑρκανίᾳ ταφὰς ἀσήμους ποιεῖσθαι. 17.188

Τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς αὐτῷ περὶ τὴν διάνοιαν γενομένης, Ἀντίπαν μέν, τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς Γαλιλαίας τε καὶ Περαίας, Ἀρχελάῳ δὲ τὴν βασιλείαν χαριζόμενος, 17.189τὴν δὲ Γαυλωνῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανιάδα Φιλίππῳ παιδὶ μὲν τῷ αὐτοῦ Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν εἶναι, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ κατανέμει καὶ ἀργυρίου ἐπισήμου μυριάδας πεντήκοντα. 17.190προυνόησε δὲ καὶ τῶν λοιπῶν, ὁπόσοι συγγενεῖς ἦσαν αὐτῷ, χρημάτων τε δόσεσι καὶ προσόδων ἀναφοραῖς ἑκάστους ἐν εὐπορίᾳ καθιστάμενος. Καίσαρι δὲ ἀργυρίου μὲν ἐπισήμου μυριάδας χιλίας, χωρὶς δὲ σκεύη τὰ μὲν χρυσοῦ τὰ δʼ ἀργύρου καὶ ἐσθῆτα πάνυ πολλοῦ τέλους, Ἰουλίᾳ δὲ τῇ Καίσαρος γυναικὶ καί τισιν ἑτέροις πεντακοσίας μυριάδας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.184 Joseph. AJ 17.188 (English) >>Joseph. AJ 17.193

Powered by PhiloLogic